καὶ τόν γε δήσαντʼ εἴπʼ· ἀναινόμεσθα γάρ. Ἀμφιτρύων τοσοῦτον ἴσθι τῶν κακῶν· τὰ δʼ ἄλλʼ ἔα. Ἡρακλῆς ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι; Ἀμφιτρύων ὦ Ζεῦ, παρʼ Ἥρας ἆρʼ ὁρᾷς θρόνων τάδε; Ἡρακλῆς ἀλλʼ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν; Ἀμφιτρύων τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά. Ἡρακλῆς ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά. Ἀμφιτρύων ἰδού, θέασαι τάδε τέκνων πεσήματα. Ἡρακλῆς οἴμοι· τίνʼ ὄψιν τήνδε δέρκομαι τάλας; Ἀμφιτρύων ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις. Ἡρακλῆς τί πόλεμον εἶπας; τούσδε τίς διώλεσε; Ἀμφιτρύων σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος. Ἡρακλῆς τί φῄς; τί δράσας; ὦ κάκʼ ἀγγέλλων πάτερ. Ἀμφιτρύων μανείς· ἐρωτᾷς δʼ ἄθλιʼ ἑρμηνεύματα. Ἡρακλῆς ἦ καὶ δάμαρτός εἰμʼ ἐγὼ φονεὺς ἐμῆς; Ἀμφιτρύων μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε. Ἡρακλῆς αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος. Ἀμφιτρύων τούτων ἕκατι σὰς καταστένω τύχας. Ἡρακλῆς ἦ γὰρ συνήραξʼ οἶκον ἢ βάκχευσʼ ἐμόν; Ἀμφιτρύων οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά. Ἡρακλῆς ποῦ δʼ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν; Ἀμφιτρύων ὅτʼ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί. Ἡρακλῆς οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς; κοὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας τέκνοις δικαστὴς αἵματος γενήσομαι; ἢ σάρκα τὴν ἔμηνεν ἐμπρήσας πυρί, δύσκλειαν ἣ μένει μʼ ἀπώσομαι βίου; ἀλλʼ ἐμποδών μοι θανασίμων βουλευμάτων