ἃ πρὶν παρασπίζοντʼ ἐμοῖς βραχίοσιν ἔσῳζε πλευρὰς ἐξ ἐμοῦ τʼ ἐσῴζετο. οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν, Εὐρυσθέως δίαυλον; εἰς Ἅιδου; πόθεν; ἀλλʼ οὔτε Σισύφειον εἰσορῶ πέτρον Πλούτωνά τʼ, οὐδὲ σκῆπτρα Δήμητρος κόρης. ἔκ τοι πέπληγμαι· ποῦ ποτʼ ὢν ἀμηχανῶ; ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν, δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται; σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων. Ἀμφιτρύων γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας; Χορός κἀγώ γε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς. Ἡρακλῆς πάτερ, τί κλαίεις καὶ συναμπίσχῃ κόρας,