ὕπνον γʼ ἄυπνον ὀλόμενον, ὃς ἔκανεν ἄλοχον, ἔκανε δὲ τέκεα, τοξήρει ψαλμῷ τοξεύσας . Χορός στέναζέ νυν — Ἀμφιτρύων στενάζω. Χορός τέκνων ὄλεθρον — Ἀμφιτρύων ὤμοι. Χορός σέθεν τε παιδὸς — Ἀμφιτρύων αἰαῖ. Χορός ὦ πρέσβυ Ἀμφιτρύων σῖγα σῖγα· παλίντροπος ἐξεγειρόμενος στρέφεται· φέρε, ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω. Χορός θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῷ.