ὠδῖνα τέκνων, πρέσβυς ὑστέρῳ ποδὶ πικρὰν διώκων ἤλυσιν πάρεσθʼ ὅδε. Ἀμφιτρύων Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ- γα τὸν ὕπνῳ παρειμένον ἐάσετʼ ἐκ- λαθέσθαι κακῶν; Χορός κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ τέκεα καὶ τὸ καλλίνικον κάρα. Ἀμφιτρύων ἑκαστέρω πρόβατε, μὴ κτυπεῖτε, μὴ βοᾶτε, μὴ τὸν εὔδιʼ ἰαύονθʼ ὑπνώδεά τʼ εὐνᾶς ἐγείρετε. Χορός οἴμοι. φόνος ὅσος ὅδʼ Ἀμφιτρύων ἆ ἆ, διά μʼ ὀλεῖτε. Χορός κεχυμένος ἐπαντέλλει. Ἀμφιτρύων οὐκ ἀτρεμαῖα θρῆνον αἰ- άξετʼ, ὦ γέροντες; ἢ δέσμʼ ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν, ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταράξει. Χορός ἀδύνατʼ ἀδύνατά μοι. Ἀμφιτρύων σῖγα, πνοὰς μάθω· φέρε πρὸς οὖς βάλω. Χορός εὕδει; Ἀμφιτρύων ναί, εὕδει ὕπνον γʼ ἄυπνον ὀλόμενον, ὃς ἔκανεν ἄλοχον, ἔκανε δὲ τέκεα, τοξήρει ψαλμῷ τοξεύσας . Χορός στέναζέ νυν — Ἀμφιτρύων στενάζω.