ὠδῖνα τέκνων, πρέσβυς ὑστέρῳ ποδὶ πικρὰν διώκων ἤλυσιν πάρεσθʼ ὅδε. Ἀμφιτρύων Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ- γα τὸν ὕπνῳ παρειμένον ἐάσετʼ ἐκ- λαθέσθαι κακῶν; Χορός κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ τέκεα καὶ τὸ καλλίνικον κάρα. Ἀμφιτρύων ἑκαστέρω πρόβατε, μὴ κτυπεῖτε, μὴ βοᾶτε, μὴ τὸν εὔδιʼ ἰαύονθʼ ὑπνώδεά τʼ εὐνᾶς ἐγείρετε. Χορός οἴμοι.