τὰ τοῦ δράματος πρόσωπα Ἀμφιτρύων Μεγάρα Χορός Λύκος Ἡρακλῆς Ἶρις Λύσσα Ἄγγελος Θησεύς Ἀμφιτρύων Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν, Ἀργεῖον Ἀμφιτρύωνʼ, ὃν Ἀλκαῖός ποτε ἔτιχθʼ ὁ Περσέως, πατέρα τόνδʼ Ἡρακλέους; ὃς τάσδε Θήβας ἔσχον, ἔνθʼ ὁ γηγενὴς σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης ἔσωσʼ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν τεκνοῦσι παίδων παισίν. ἔνθεν ἐξέφυ Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός. Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ, ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε λωτῷ συνηλάλαξαν, ἡνίκʼ εἰς ἐμοὺς δόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο. λιπὼν δὲ Θήβας, οὗ κατῳκίσθην ἐγώ, Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν ὠρέξατʼ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν Ἠλεκτρύωνα· συμφορὰς δὲ τὰς ἐμὰς ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων, καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν, ἐξημερῶσαι γαῖαν, εἴθʼ Ἥρας ὕπο κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα. καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους, τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα βέβηκʼ ἐς Ἅιδου, τὸν τρισώματον κύνα ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν. γέρων δὲ δή τις ἔστι Καδμείων λόγος ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν, τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς