Ἀπόλλων οὐκ ἐνδέχεται· γόοισι δʼ ὀρθρευομένα δάκρυσι νοτερὸν ἀεὶ πέπλων πρὸς στέρνῳ πτύχα τέγξω. Χορός — καὶ μὴν θαλάμας τάσδʼ ἐσορῶ δὴ Καπανέως ἤδη τύμβον θʼ ἱερὸν μελάθρων τʼ ἐκτὸς Θησέως ἀναθήματα νεκροῖς, κλεινήν τʼ ἄλοχον τοῦ καπφθιμένου τοῦδε κεραυνῷ πέλας Εὐάδνην, ἣν Ἶφις ἄναξ παῖδα φυτεύει. τί ποτʼ αἰθερίαν ἕστηκε πέτραν, ἣ τῶνδε δόμων ὑπερακρίζει, τήνδʼ ἐμβαίνουσα κέλευθον; Εὐάδνη τί φέγγος, τίνʼ αἴγλαν ἐδίφρευε τόθʼ ἅλιος σελάνα τε κατʼ αἰθέρα, λαμπάδʼ ἵνʼ ὠκυθόαι νύμφαι , ἱππεύουσι διʼ ὀρφναίας, ἁνίκα γάμων γάμων τῶν ἐμῶν πόλις Ἄργους ἀοιδάς, εὐδαιμονίας, ἐπύργωσε καὶ γαμέτα χαλκεοτευχοῦς, αἰαῖ, Καπανέως. πρός σʼ ἔβαν δρομὰς ἐξ ἐμῶν οἴκων ἐκβακχευσαμένα, πυρᾶς φῶς τάφον τε βατεύσουσα τὸν αὐτόν, ἐς Ἅιδαν καταλύσουσʼ ἔμμοχθον βίοτον αἰῶνός τε πόνους·