νικᾷς. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖ Θησεύς· ὅταν δὲ τούσδε προσθῶμεν πυρί, ὀστᾶ προσάξεσθε. ὦ ταλαίπωροι βροτῶν, τί κτᾶσθε λόγχας καὶ κατʼ ἀλλήλων φόνους τίθεσθε; παύσασθʼ, ἀλλὰ λήξαντες πόνων ἄστη φυλάσσεθʼ ἥσυχοι μεθʼ ἡσύχων. σμικρὸν τὸ χρῆμα τοῦ βίου· τοῦτον δὲ χρὴ ὡς ῥᾷστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν. Χορός — οὐκέτʼ εὔτεκνος, οὐκέτʼ εὔ- παις, οὐδʼ εὐτυχίας μέτε- στίν μοι κουροτόκοις ἐν Ἀργείαις· οὐδʼ Ἄρτεμις λοχία προσφθέγξαιτʼ ἂν τὰς ἀτέκνους. δυσαίων δʼ ὁ βίος, πλαγκτὰ δʼ ὡσεί τις νεφέλα πνευμάτων ὑπὸ δυσχίμων ἀίσσω. Χορός — ἑπτὰ ματέρες ἑπτὰ κού- ρους ἐγεινάμεθʼ αἱ ταλαί- πωροι κλεινοτάτους ἐν Ἀργείοις· καὶ νῦν ἄπαις ἄτεκνος γηράσκω δυστανοτάτως, οὔτʼ ἐν φθιμένοις οὔτʼ ἐν ζωοῖσιν ἀριθμουμένη , χωρὶς δή τινα τῶνδʼ ἔχουσα μοῖραν. Χορός — ὑπολελειμμένα μοι δάκρυα· μέλεα παιδὸς ἐν οἴκοις κεῖται μνήματα, πένθιμοι κουραὶ καὶ στέφανοι κόμας, λοιβαί τε νεκύων φθιμένων, ἀοιδαί θʼ ἃς χρυσοκόμας