ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθʼ ἄν. ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν φυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαίρετος. ἀλλʼ οἶσθʼ ὃ δρᾶσαι βούλομαι τούτων πέρι; Ἄδραστος οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις. Θησεύς τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ Ἄδραστος ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις; Θησεύς ναί· τοὺς δέ γʼ ἄλλους πάντας ἐν μιᾷ πυρᾷ. Ἄδραστος ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας; Θησεύς αὐτοῦ παρʼ οἴκους τούσδε συμπήξας τάφον. Ἄδραστος οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος. Θησεύς ἡμῖν δέ γʼ οἵδε· στειχέτω δʼ ἄχθη νεκρῶν. Ἄδραστος ἴτʼ, ὦ τάλαιναι μητέρες, τέκνων πέλας. Θησεύς ἥκιστʼ, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις. Ἄδραστος πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων; Θησεύς ὄλοιντʼ ἰδοῦσαι τούσδʼ ἂν ἠλλοιωμένους. Ἄδραστος πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν. Θησεύς τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις; Ἄδραστος νικᾷς. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖ Θησεύς· ὅταν δὲ τούσδε προσθῶμεν πυρί, ὀστᾶ προσάξεσθε. ὦ ταλαίπωροι βροτῶν, τί κτᾶσθε λόγχας καὶ κατʼ ἀλλήλων φόνους τίθεσθε; παύσασθʼ, ἀλλὰ λήξαντες πόνων ἄστη φυλάσσεθʼ ἥσυχοι μεθʼ ἡσύχων.