πρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε. Χορός ἰὼ τέκνον, δυστυχῆ σʼ ἔτρεφον, ἔφερον ὑφʼ ἥπατος πόνους ἐνεγκοῦσʼ ἐν ὠδῖσι· καὶ νῦν Ἅιδας τὸν ἐμὸν ἔχει μόχθον ἀθλίας, ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦσʼ ἁ τάλαινα παῖδα. Θησεύς καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον θεοὶ ζῶντʼ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς· τὸν Οἰδίπου τε παῖδα, Πολυνείκην λέγω, ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθʼ ἄν. ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν φυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαίρετος. ἀλλʼ οἶσθʼ ὃ δρᾶσαι βούλομαι τούτων πέρι; Ἄδραστος οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις. Θησεύς τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ Ἄδραστος ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις; Θησεύς ναί· τοὺς δέ γʼ ἄλλους πάντας ἐν μιᾷ πυρᾷ. Ἄδραστος ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας; Θησεύς αὐτοῦ παρʼ οἴκους τούσδε συμπήξας τάφον. Ἄδραστος οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος. Θησεύς ἡμῖν δέ γʼ οἵδε· στειχέτω δʼ ἄχθη νεκρῶν. Ἄδραστος ἴτʼ, ὦ τάλαιναι μητέρες, τέκνων πέλας. Θησεύς ἥκιστʼ, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις. Ἄδραστος πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων; Θησεύς ὄλοιντʼ ἰδοῦσαι τούσδʼ ἂν ἠλλοιωμένους. Ἄδραστος πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν. Θησεύς τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις;