πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων. ὁ τῆς κυναγοῦ δʼ ἄλλος Ἀταλάντης γόνος παῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος, Ἀρκὰς μὲν ἦν, ἐλθὼν δʼ ἐπʼ Ἰνάχου ῥοὰς παιδεύεται κατʼ Ἄργος. ἐκτραφεὶς δʼ ἐκεῖ πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους, λυπηρὸς οὐκ ἦν οὐδʼ ἐπίφθονος πόλει οὐδʼ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς μάλιστʼ ἂν εἴη δημότης τε καὶ ξένος. λόχοις δʼ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς ἤμυνε χώρᾳ, χὡπότʼ εὖ πράσσοι πόλις, ἔχαιρε, λυπρῶς δʼ ἔφερεν, εἴ τι δυστυχοῖ. πολλοὺς δʼ ἐραστὰς κἀπὸ θηλειῶν ὅσας ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν. Τυδέως δʼ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν· οὐκ ἐν λόγοις ἦν λαμπρός, ἀλλʼ ἐν ἀσπίδι δεινὸς σοφιστής, πολλά τʼ ἐξευρεῖν σοφά. γνώμῃ δʼ ἀδελφοῦ Μελεάγρου λελειμμένος, ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός, εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι· φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ ἐν τοῖσιν ἔργοις, οὐχὶ τοῖς λόγοις, ἴσον. ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων, Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν. τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει· αἰσχύνεται δὲ τἀγάθʼ ἀσκήσας ἀνὴρ κακὸς γενέσθαι πᾶς τις. ἡ δʼ εὐανδρία διδακτός, εἴπερ καὶ βρέφος διδάσκεται λέγειν ἀκούειν θʼ ὧν μάθησιν οὐκ ἔχει. ἃ δʼ ἂν μάθῃ τις, ταῦτα σῴζεσθαι φιλεῖ