ὁ δʼ αὖ τρίτος τῶνδʼ Ἱππομέδων τοιόσδʼ ἔφυ· παῖς ὢν ἐτόλμησʼ εὐθὺς οὐ πρὸς ἡδονὰς Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου, ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺς ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τʼ ἄγρας ἰὼν ἵπποις τε χαίρων τόξα τʼ ἐντείνων χεροῖν, πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων. ὁ τῆς κυναγοῦ δʼ ἄλλος Ἀταλάντης γόνος παῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος, Ἀρκὰς μὲν ἦν, ἐλθὼν δʼ ἐπʼ Ἰνάχου ῥοὰς παιδεύεται κατʼ Ἄργος. ἐκτραφεὶς δʼ ἐκεῖ πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους, λυπηρὸς οὐκ ἦν οὐδʼ ἐπίφθονος πόλει οὐδʼ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς μάλιστʼ ἂν εἴη δημότης τε καὶ ξένος. λόχοις δʼ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς ἤμυνε χώρᾳ, χὡπότʼ εὖ πράσσοι πόλις, ἔχαιρε, λυπρῶς δʼ ἔφερεν, εἴ τι δυστυχοῖ. πολλοὺς δʼ ἐραστὰς κἀπὸ θηλειῶν ὅσας ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν. Τυδέως δʼ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν· οὐκ ἐν λόγοις ἦν λαμπρός, ἀλλʼ ἐν ἀσπίδι δεινὸς σοφιστής, πολλά τʼ ἐξευρεῖν σοφά. γνώμῃ δʼ ἀδελφοῦ Μελεάγρου λελειμμένος,