τίνων γόων ἤκουσα καὶ στέρνων κτύπον νεκρῶν τε θρήνους, τῶνδʼ ἀνακτόρων ἄπο ἠχοῦς ἰούσης; ὡς φόβος μʼ ἀναπτεροῖ μή μοί τι μήτηρ, ἣν μεταστείχω ποδί, χρονίαν ἀποῦσαν ἐκ δόμων ἔχῃ νέον. ἔα· τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων· μητέρα γεραιὰν βωμίαν ἐφημένην ξένους θʼ ὁμοῦ γυναῖκας, οὐχ ἕνα ῥυθμὸν κακῶν ἐχούσας· ἔκ τε γὰρ γερασμίων ὄσσων ἐλαύνουσʼ οἰκτρὸν ἐς γαῖαν δάκρυ, κουραί τε καὶ πεπλώματʼ οὐ θεωρικά. τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί, ἡμῶν δʼ ἀκούειν· προσδοκῶ τι γὰρ νέον. Αἴθρα ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας ἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοις φρουροῦσί μʼ, ὡς δέδορκας, ἐν κύκλῳ, τέκνον. Θησεύς τίς δʼ ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε; Αἴθρα Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ. Θησεύς οἱ δʼ ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα; Αἴθρα οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι. Θησεύς τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίᾳ χερί; Αἴθρα οἶδʼ· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον. Θησεύς σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ. λέγʼ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον· πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν. Ἄδραστος ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ, Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν. Θησεύς τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων;