ἄκουε δή νυν· καὶ γὰρ οὐκ ἄκοντί μοι δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι φίλων ἀληθῆ καὶ δίκαιʼ εἰπεῖν πέρι. ὁρᾷς τὸν ἁβρόν, οὗ βέλος διέπτατο; Καπανεὺς ὅδʼ ἐστίν· ᾧ βίος μὲν ἦν πολύς, ἥκιστα δʼ ὄλβῳ γαῦρος ἦν· φρόνημα δὲ οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ, φεύγων τραπέζαις ὅστις ἐξογκοῖτʼ ἄγαν τἀρκοῦντʼ ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾷ τὸ χρηστὸν εἶναι, μέτρια δʼ ἐξαρκεῖν ἔφη. φίλοις τʼ ἀληθὴς ἦν φίλος, παροῦσί τε καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς. ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα, ἄκραντον οὐδὲν οὔτʼ ἐς οἰκέτας ἔχων οὔτʼ ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω Ἐτέοκλον, ἄλλην χρηστότητʼ ἠσκηκότα· νεανίας ἦν τῷ βίῳ μὲν ἐνδεής, πλείστας δὲ τιμὰς ἔσχʼ ἐν Ἀργείᾳ χθονί. φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων οὐκ εἰσεδέξατʼ οἶκον ὥστε τοὺς τρόπους δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο. τοὺς δʼ ἐξαμαρτάνοντας, οὐχὶ τὴν πόλιν ἤχθαιρʼ· ἐπεί τοι κοὐδὲν αἰτία πόλις κακῶς κλύουσα διὰ κυβερνήτην κακόν. ὁ δʼ αὖ τρίτος τῶνδʼ Ἱππομέδων τοιόσδʼ ἔφυ· παῖς ὢν ἐτόλμησʼ εὐθὺς οὐ πρὸς ἡδονὰς Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου, ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺς ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τʼ ἄγρας ἰὼν ἵπποις τε χαίρων τόξα τʼ ἐντείνων χεροῖν,