ναν, τέκνων ἄπαιδα. Ἄδραστος προσάγετε τῶν δυσπότμων σώμαθʼ αἱματοσταγῆ, σφαγέντας οὐκ ἄξιʼ οὐδʼ ὑπʼ ἀξίων, ἐν οἷς ἀγὼν ἐκράνθη. Χορός — δόθʼ, ὡς περιπτυχαῖσι δὴ χέρας προσαρμόσασʼ ἐμοῖς ἐν ἀγκῶσι τέκνα θῶμαι. Ἄδραστος ἔχεις ἔχεις. Χορός — πημάτων γʼ ἅλις βάρος. Ἄδραστος αἰαῖ. Χορός τοῖς τεκοῦσι δʼ οὐ λέγεις; Ἄδραστος ἀίετέ μου. Χορός στένεις ἐπʼ ἀμφοῖν ἄχη. Ἄδραστος εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν. Χορός — ἐμὸν δὲ μήποτʼ ἐζύγη δέμας ἐς ἀνδρὸς εὐνάν. Ἄδραστος ἴδετε κακῶν πέλαγος, ὦ ματέρες τάλαιναι τέκνων. Χορός — κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθʼ, ἀμφὶ δὲ σποδὸν κάρᾳ κεχύμεθα. Ἄδραστος ἰὼ ἰώ μοί μοι· κατά με πέδον γᾶς ἕλοι, διὰ δὲ θύελλα σπάσαι,