λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα, ὕβριζʼ, ὑβρίζων τʼ αὖθις ἀνταπώλετο Κάδμου κακόφρων λαός. ὦ καιροῦ πέρα τὸ τόξον ἐντείνοντες· ὦ κενοὶ βροτῶν, καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά, φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν· πόλεις τʼ, ἔχουσαι διὰ λόγου κάμψαι κακά, φόνῳ καθαιρεῖσθʼ, οὐ λόγῳ, τὰ πράγματα. ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν, πῶς ἐξεσώθης· εἶτα τἄλλʼ ἐρήσομαι. Ἄγγελος ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί, πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός. Ἄδραστος ὧν δʼ οὕνεχʼ ἁγὼν ἦν, νεκροὺς κομίζετε; Ἄγγελος ὅσοι γε κλεινοῖς ἕπτʼ ἐφέστασαν δόμοις. Ἄδραστος πῶς φῄς; ὁ δʼ ἄλλος ποῦ κεκμηκότων ὄχλος; Ἄγγελος τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς. Ἄδραστος τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δʼ ἔθαψέ νιν; Ἄγγελος Θησεύς, σκιώδης ἔνθʼ Ἐλευθερὶς πέτρα. Ἄδραστος οὓς δʼ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών; Ἄγγελος ἐγγύς· πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται. Ἄδραστος ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου; Ἄγγελος οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ. Ἄδραστος Ἄγγελος φαίης ἄν, εἰ παρῆσθʼ ὅτʼ ἠγάπα νεκρούς. Ἄδραστος ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς; Ἄγγελος κἄστρωσέ γʼ εὐνὰς κἀκάλυψε σώματα. Ἄδραστος δεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον. Ἄγγελος τί δʼ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά; Ἄδραστος οἴμοι· πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον. Ἄγγελος ἄκραντʼ ὀδύρῃ ταῖσδέ τʼ ἐξάγεις δάκρυ.