ἔστην θεατὴς πύργον εὐαγῆ λαβών. ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων· τευχεσφόρον μὲν λαὸν ἐκτείνοντʼ ἄνω Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος, αὐτόν τʼ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως, καὶ τοὺς σὺν αὐτῷ, δεξιὸν τεταγμένους κέρας, παλαιᾶς Κεκροπίας τʼ οἰκήτορας, ἴσους ἀριθμόν· ἁρμάτων δʼ ὀχήματα αὐτόν τε Πάραλον ἐστολισμένον δορὶ κρήνην παρʼ αὐτὴν Ἄρεος· ἱππότην δʼ ὄχλον πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον. Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων, νεκροὺς ὄπισθεν θέμενος, ὧν ἔκειτʼ ἀγών, ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος. ἱππεῦσι δʼ ἱππῆς ἦσαν ἀνθωπλισμένοι τετραόροισί τʼ ἀντίʼ ἅρμαθʼ ἅρμασιν. κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε· Σιγᾶτε, λαοί· σῖγα, Καδμείων στίχες, ἀκούσαθʼ· ἡμεῖς ἥκομεν νεκροὺς μέτα, θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον σῴζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον. κοὐδὲν Κρέων τοῖσδʼ ἀντεκήρυξεν λόγοις, ἀλλʼ ἧστʼ ἐφʼ ὅπλοις σῖγα. ποιμένες δʼ ὄχων τετραόρων κατῆρχον ἐντεῦθεν μάχης· πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους, παραιβάτας ἔστησαν ἐς τάξιν δορός. χοἳ μὲν σιδήρῳ διεμάχονθʼ, οἳ δʼ ἔστρεφον πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας. ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον,