παράπεισον δὲ σόν, ὤ, λισσόμεθʼ, ἐλθεῖν τέκνον Ἰσμηνὸν ἐμάν τʼ ἐς χέρα θεῖναι νεκύων θαλερᾷ σώματʼ ἀλαίνοντʼ ἄταφα. Χορός — ὁσίως οὔχ, ὑπʼ ἀνάγκας δὲ προπίπτου- σα προσαιτοῦσʼ ἔμολον δε- ξιπύρους θεῶν θυμέλας· ἔχομεν δʼ ἔνδικα, καὶ σοί τι πάρεστι σθένος ὥστʼ εὐτεκνίᾳ δυσ- τυχίαν τὰν παρʼ ἐμοὶ καθελεῖν· οἰκτρὰ δὲ πάσχουσʼ ἱκετεύω σὸν ἐμοὶ παῖδα ταλαίνᾳ ʼν χερὶ θεῖναι νέκυν, ἀμφιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ. Χορός — ἀγὼν ὅδʼ ἄλλος ἔρχεται γόων γόων διάδοχος, ἀχοῦσι προσπόλων χέρες. ἴτʼ ὦ ξυνῳδοὶ κτύποι, ἴτʼ ὦ ξυναλγηδόνες, χορὸν τὸν Ἅιδας σέβει, διὰ παρῇδος ὄνυχα λευκὸν αἱματοῦτε χρῶτά τε φόνιον· τὰ γὰρ φθιτῶν τοῖς ὁρῶσι κόσμος. Χορός — ἄπληστος ἅδε μʼ ἐξάγει χάρις γόων πολύπονος, ὡς ἐξ ἀλιβάτου πέτρας ὑγρὰ ῥέουσα σταγὼν ἄπαυστος αἰεί· γόων, τὸ γὰρ θανόντων τέκνων ἐπιπονόν τι κατὰ γυναῖκας ἐς γόους πέφυκε πάθος. ἒ ἔ. θανοῦσα τῶνδʼ ἀλγέων λαθοίμαν.