αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν, Ἄδραστε, κἀμοὶ μὴ ἀναμίγνυσθαι τύχας τὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα στρατηλατήσω καινὸς ἐν καινῷ δορί. ἓν δεῖ μόνον μοι· τοὺς θεοὺς ἔχειν, ὅσοι δίκην σέβονται· ταῦτα γὰρ ξυνόνθʼ ὁμοῦ νίκην δίδωσιν. ἁρετὴ δʼ οὐδὲν λέγει βροτοῖσιν, ἢ μὴ τὸν θεὸν χρῄζοντʼ ἔχῃ. Χορός — ὦ μέλεαι μελέων ματέρες λοχαγῶν, ὥς μοι ὑφʼ ἥπατι χλωρὸν δεῖμα θάσσει — — τίνʼ αὐδὰν τάνδε προσφέρεις νέαν; — στράτευμα πᾷ Παλλάδος κριθήσεται; — διὰ δορὸς εἶπας, ἢ λόγων ξυναλλαγαῖς; — γένοιτʼ ἂν κέρδος· εἰ δʼ ἀρείφατοι φόνοι μάχαι στερνοτυπεῖς τʼ ἀνὰ πτόλιν κτύποι φανήσονται, τάλαι- να, τίνα λόγον, τίνʼ ἂν τῶνδʼ αἰτία λάβοιμι; Χορός — ἀλλὰ τὸν εὐτυχίᾳ λαμπρὸν ἄν τις αἱροῖ μοῖρα πάλιν· τόδε μοι θράσος ἀμφιβαίνει. — δικαίους δαίμονας σύ γʼ ἐννέπεις. — τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς; — διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ. — φόβῳ γὰρ τῷ πάρος διόλλυσαι· δίκα δίκαν δʼ ἐκάλεσε καὶ φόνος φόνον, κακῶν δʼ ἀναψυχὰς θεοὶ βροτοῖς νέμουσι, πάντων τέρμʼ ἔχοντες αὐτοί. Χορός — τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθʼ ἄν, Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι — — ποτανὰν εἴ σέ τις θεῶν κτίσαι. — διπόταμον ἵνα πόλιν μόλω.