οὐ γάρ ποτʼ εἰς Ἕλληνας ἐξοισθήσεται ὡς εἰς ἔμʼ ἐλθὼν καὶ πόλιν Πανδίονος νόμος παλαιὸς δαιμόνων διεφθάρη. Χορός θάρσει· τὸ γάρ τοι τῆς Δίκης σῴζων φάος πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους. Κῆρυξ βούλῃ συνάψω μῦθον ἐν βραχεῖ σέθεν ; Θησεύς λέγʼ, εἴ τι βούλῃ· καὶ γὰρ οὐ σιγηλὸς εἶ. Κῆρυξ οὐκ ἄν ποτʼ ἐκ γῆς παῖδας Ἀργείων λάβοις. Θησεύς κἀμοῦ νυν ἀντάκουσον, εἰ βούλῃ, πάλιν. Κῆρυξ κλύοιμʼ ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος. Θησεύς θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας. Κῆρυξ ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον. Θησεύς πολλοὺς ἔτλην δὴ χἁτέρους ἄλλους πόνους . Κῆρυξ ἦ πᾶσιν οὖν σʼ ἔφυσεν ἐξαρκεῖν πατήρ; Θησεύς ὅσοι γʼ ὑβρισταί· χρηστὰ δʼ οὐ κολάζομεν. Κῆρυξ πράσσειν σὺ πόλλʼ εἴωθας ἥ τε σὴ πόλις. Θησεύς τοιγὰρ πονοῦσα πολλὰ πόλλʼ εὐδαιμονεῖ. Κῆρυξ ἔλθʼ, ὥς σε λόγχη σπαρτὸς ἐν πόλει λάβῃ. Θησεύς τίς δʼ ἐκ δράκοντος θοῦρος ἂν γένοιτʼ Ἄρης; Κῆρυξ γνώσῃ σὺ πάσχων· νῦν δʼ ἔτʼ εἶ νεανίας. Θησεύς οὔτοι μʼ ἐπαρεῖς ὥστε θυμῶσαι φρένας τοῖς σοῖσι κόμποις· ἀλλʼ ἀποστέλλου χθονός, λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών. περαίνομεν γὰρ οὐδέν. ὁρμᾶσθαι χρεὼν πάντʼ ἄνδρʼ ὁπλίτην ἁρμάτων τʼ ἐπεμβάτην, μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα ἀφρῷ καταστάζοντα Καδμείαν χθόνα. χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων