ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται πέτροις καταξανθέντες ὀστέων ῥαφάς; ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διός, ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι. φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα, ἔπειτα τοκέας πατρίδα θʼ, ἣν αὔξειν χρεὼν καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασύς· νεώς τε ναύτης ἥσυχος, καιρῷ σοφός. καὶ τοῦτʼ ἐμοὶ τἀνδρεῖον, ἡ προμηθία. Χορός ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος, ὑμᾶς δʼ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδʼ ὕβριν. Ἄδραστος ὦ παγκάκιστε — Θησεύς σῖγʼ, Ἄδραστʼ, ἔχε στόμα, καὶ μὴ ʼπίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους θῇς· οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε, ἀλλʼ ὡς ἔμʼ· ἡμᾶς κἀποκρίνασθαι χρεών. καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτʼ ἀμείψομαι. οὐκ οἶδʼ ἐγὼ Κρέοντα δεσπόζοντʼ ἐμοῦ οὐδὲ σθένοντα μεῖζον, ὥστʼ ἀναγκάσαι δρᾶν τὰς Ἀθήνας ταῦτʼ· ἄνω γὰρ ἂν ῥέοι τὰ πράγμαθʼ οὕτως, εἰ ʼπιταξόμεσθα δή. πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι, ὃς οὐδὲ σὺν τοῖσδʼ ἦλθον ἐς Κάδμου χθόνα· νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν οὐδʼ ἀνδροκμῆτας προσφέρων ἀγωνίας, θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον σῴζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον; εἰ γάρ τι καὶ πεπόνθατʼ Ἀργείων ὕπο, τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς, αἰσχρῶς δʼ ἐκείνοις, χἡ δίκη διοίχεται.