βίᾳ, προσήκοντʼ οὐδὲν Ἀργείων πόλει. κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλιν σὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδων ἡμῖν τε καὶ σοὶ συμμάχοις τʼ ἔσται δορός. σκέψαι δέ, καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων, σφριγῶντʼ ἀμείψῃ μῦθον ἐκ βραχιόνων· ἐλπὶς γάρ ἐστʼ ἄπιστον, ἣ πολλὰς πόλεις συνῆψʼ, ἄγουσα θυμὸν εἰς ὑπερβολάς. ὅταν γὰρ ἔλθῃ πόλεμος ἐς ψῆφον λεώ, οὐδεὶς ἔθʼ αὑτοῦ θάνατον ἐκλογίζεται, τὸ δυστυχὲς δὲ τοῦτʼ ἐς ἄλλον ἐκτρέπει· εἰ δʼ ἦν παρʼ ὄμμα θάνατος ἐν ψήφου φορᾷ, οὐκ ἄν ποθʼ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο. καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν τὸν κρείσσονʼ ἴσμεν, καὶ τὰ χρηστὰ καὶ κακά, ὅσῳ τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς· ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη, Ποιναῖσι δʼ ἐχθρά, τέρπεται δʼ εὐπαιδίᾳ, χαίρει δὲ πλούτῳ. ταῦτʼ ἀφέντες οἱ κακοὶ πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα δουλούμεθʼ, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν. σὺ δʼ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς, θάπτων κομίζων θʼ ὕβρις οὓς ἀπώλεσεν; οὔ τἄρʼ ἔτʼ ὀρθῶς Καπανέως κεραύνιον δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας ὃς προσβαλὼν πύλῃσιν ὤμοσεν πόλιν πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέλῃ; οὐδʼ ἥρπασεν χάρυβδις οἰωνοσκόπον, τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,