καὶ μὴν ὅπου γε δῆμος αὐθέντης χθονός, ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις· ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε, καὶ τοὺς ἀρίστους οὕς τʼ ἂν ἡγῆται φρονεῖν κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι. πῶς οὖν ἔτʼ ἂν γένοιτʼ ἂν ἰσχυρὰ πόλις, ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν τόλμας ἀφαιρῇ κἀπολωτίζῃ νέους; κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις ὡς τῷ τυράννῳ πλείονʼ ἐκμοχθῇ βίον; ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς, τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ, δάκρυα δʼ ἑτοιμάζουσι; μὴ ζῴην ἔτι, εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται. καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα. ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος; κλαίων γʼ ἂν ἦλθες, εἴ σε μὴ ῎πεμψεν πόλις, περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼν λέξανθʼ ὅσʼ ἂν τάξῃ τις ὡς τάχος πάλιν χωρεῖν. τὸ λοιπὸν δʼ εἰς ἐμὴν πόλιν Κρέων ἧσσον λάλον σου πεμπέτω τινʼ ἄγγελον. Χορός φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῷ καλῶς, ὑβρίζουσʼ ὡς ἀεὶ πράξοντες εὖ. Κῆρυξ λέγοιμʼ ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων σοὶ μὲν δοκείτω ταῦτʼ, ἐμοὶ δὲ τἀντία. ἐγὼ δʼ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι· εἰ δʼ ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας, λύσαντα σεμνὰ στεμμάτων μυστήρια τῆσδʼ ἐξελαύνειν, μηδʼ ἀναιρεῖσθαι νεκροὺς