λαβὼν δʼ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων ἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε, λεκτοὺς ἀθροίσας δεῦρʼ Ἀθηναίων κόρους ἥξω· παρʼ ὅπλοις θʼ ἥμενος πέμψω λόγους Κρέοντι νεκρῶν σώματʼ ἐξαιτούμενος. ἀλλʼ, ὦ γεραιαί, σέμνʼ ἀφαιρεῖτε στέφη μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω, φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρ δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων — κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυται παίδων παρʼ αὑτοῦ τοιάδʼ ἃν τοκεῦσι δῷ. Χορός — ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον, ἐκλύετε τάδʼ, ἐκλύετε ἄνακτος ὅσια περὶ θεοὺς καὶ μεγάλα Πελασγίᾳ καὶ κατʼ Ἄργος. Χορός — εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν ἱκόμενος ἔτι ματέρος ἄγαλμα φόνιον ἐξέλοι, γᾶν δὲ φίλιον Ἰνάχου θεῖτʼ ὀνήσας. Χορός — καλὸν δʼ ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος χάριν τʼ ἔχει τὰν ἐς αἰεί. τί μοι πόλις κρανεῖ ποτʼ; ἆρα φίλιά μοι τεμεῖ, καὶ τέκνοις ταφὰς ληψόμεσθα; Χορός — ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος, νόμους βροτῶν μὴ μιαίνειν. σύ τοι σέβεις δίκαν, τὸ δʼ ἧσσον ἀδικίᾳ νέμεις, δυστυχῆ τʼ ἀεὶ πάντα ῥύῃ. Θησεύς τέχνην μὲν αἰεὶ τήνδʼ ἔχων ὑπηρετεῖς