πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς. δεσμὸν δʼ ἄδεσμον τόνδʼ ἔχουσα φυλλάδος μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων, σέβουσα δʼ ἱερὰ στέμματʼ. οἴχεται δέ μοι κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν, ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός, ἢ τάσδʼ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺς ὅσιόν τι δράσας· πάντα γὰρ διʼ ἀρσένων γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί. Χορός — ἱκετεύω σε, γεραιά, γεραιῶν ἐκ στομάτων, πρὸς γόνυ πίπτουσα τὸ σόν· — ἄνομοι — τέκνα λῦσαι. — φθιμένων νεκύων οἳ καταλείπουσι μέλη θανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν· Χορός — ἐσιδοῦσʼ οἰκτρὰ μὲν ὄσσων δάκρυʼ ἀμφὶ βλεφάροις, ῥυ- σὰ δὲ σαρκῶν πολιᾶν καταδρύμματα χειρῶν· τί γάρ; ἃ φθιμένους παῖδας ἐμοὺς οὔτε δόμοις προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ. Χορός — ἔτεκες καὶ σύ ποτʼ, ὦ πότνια, κοῦρον φίλα ποιησαμένα λέ- κτρα πόσει σῷ· μετά νυν δὸς ἐμοὶ σᾶς διανοίας, μετάδος δʼ, ὅσσον ἐπαλγῶ μελέα ʼγὼ φθιμένων οὓς ἔτεκον·