ταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα. τί δρᾷς; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν; μὴ δῆτʼ· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν, δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν ἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖς οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν. Χορός βᾶθι, τάλαινʼ, ἱερῶν δαπέδων ἄπο Περσεφονείας, βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα, τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ʼγώ, οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους. ἰώ μοι· λάβετε φέρετε πέμπετε κρίνετε ταλαίνας χέρας γεραιάς. πρός σε γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι, ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία· οἴκτισαι ἀμφὶ τέκνων μʼ ἱκέταν ἤ τινʼ ἀλάταν οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν. μηδʼ ἀτάφους, τέκνον, ἐν χθονὶ Κάδμου χάρματα θηρῶν παῖδας ἐν ἁλικίᾳ τᾷ σᾷ κατίδῃς, ἱκετεύω. βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσι γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι. Θησεύς μῆτερ, τί κλαίεις λέπτʼ ἐπʼ ὀμμάτων φάρη βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους κλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι. ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη. Αἴθρα αἰαῖ. Θησεύς τὰ τούτων οὐχὶ σοὶ στενακτέον. Αἴθρα ὦ τλήμονες γυναῖκες. Θησεύς οὐ σὺ τῶνδʼ ἔφυς. Αἴθρα εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν;