σοφὸν δὲ πενίαν τʼ εἰσορᾶν τὸν ὄλβιον, πένητά τʼ εἰς τοὺς πλουσίους ἀποβλέπειν ζηλοῦνθʼ, ἵνʼ αὐτὸν χρημάτων ἔρως ἔχῃ, τά τʼ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδοικέναι. τόν θʼ ὑμνοποιὸν αὐτὸς ἃν τίκτῃ μέλη χαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχῃ τόδε, οὔτοι δύναιτʼ ἂν οἴκοθέν γʼ ἀτώμενος τέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει. τάχʼ οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόνα πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον; ἐγὼ δίκαιός εἰμʼ ἀφηγεῖσθαι τάδε. Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους, τὰ δʼ ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴ μόνη δύναιτʼ ἂν τόνδʼ ὑποστῆναι πόνον· τά τʼ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν ἔχει σὲ ποιμένʼ ἐσθλόν· οὗ χρείᾳ πόλεις πολλαὶ διώλοντʼ, ἐνδεεῖς στρατηλάτου. Χορός κἀγὼ τὸν αὐτὸν τῷδέ σοι λόγον λέγω, Θησεῦ, διʼ οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας. Θησεύς ἄλλοισι δὴ ʼπόνησʼ ἁμιλληθεὶς λόγῳ τοιῷδʼ. ἔλεξε γάρ τις ὡς τὰ χείρονα πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων· ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω, πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς· εἰ μὴ γὰρ ἦν τόδʼ, οὐκ ἂν ἦμεν ἐν φάει. αἰνῶ δʼ ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου καὶ θηριώδους θεῶν διεσταθμήσατο, πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δʼ ἄγγελον γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα,