μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας. Θησεύς ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθʼ ὅρους; Ἄδραστος Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός. Θησεύς ὁ δʼ Οἰδίπου τί , τίνι τρόπῳ Θήβας λιπών; Ἄδραστος ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι. Θησεύς σοφήν γʼ ἔλεξας τήνδʼ ἑκούσιον φυγήν. Ἄδραστος ἀλλʼ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν. Θησεύς οὔ πού σφʼ ἀδελφὸς χρημάτων νοσφίζεται; Ἄδραστος ταύτῃ δικάζων ἦλθον· εἶτʼ ἀπωλόμην. Θησεύς μάντεις δʼ ἐπῆλθες ἐμπύρων τʼ εἶδες φλόγα; Ἄδραστος οἴμοι; διώκεις μʼ ᾗ μάλιστʼ ἐγὼ ʼσφάλην. Θησεύς οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν. Ἄδραστος τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν. Θησεύς οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης; Ἄδραστος νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με. Θησεύς εὐψυχίαν ἔσπευσας ἀντʼ εὐβουλίας. Ἄδραστος ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας. ἀλλʼ, ὦ καθʼ Ἑλλάδʼ ἀλκιμώτατον κάρα, ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί, πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος· ὅμως δʼ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς. σῶσον νεκρούς μοι, τἀμά τʼ οἰκτίρας κακὰ καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων, αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν, ἐλθεῖν δʼ ἔτλησαν δεῦρο καὶ ξένον πόδα θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη, πρεσβεύματʼ οὐ Δήμητρος ἐς μυστήρια, ἀλλʼ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.