τεμένη δʼ, ἵνʼ αὐτῶν σώμαθʼ ἡγνίσθη πυρί, μέθες παρʼ αὐτὴν τρίοδον Ἰσθμίας θεοῦ· σοὶ μὲν τάδʼ εἶπον· παισὶ δʼ Ἀργείων λέγω· πορθήσεθʼ ἡβήσαντες Ἰσμηνοῦ πόλιν, πατέρων θανόντων ἐκδικάζοντες φόνον, σύ τʼ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης νέος καταστάς, παῖς τʼ ἀπʼ Αἰτωλῶν μολὼν Τυδέως, ὃν ὠνόμαζε Διομήδην πατήρ. ἀλλʼ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν καὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν ἑπτάστολον πύργωμα Καδμείων ἔπι· πικροὶ γὰρ αὐτοῖς ἥξετʼ, ἐκτεθραμμένοι σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες. κοὐκ ἔστιν ἄλλως· Ἔκγονοι δʼ ἀνʼ Ἑλλάδα κληθέντες ᾠδὰς ὑστέροισι θήσετε· τοῖον στράτευμα σὺν θεῷ πορεύσετε. Θησεύς δέσποινʼ Ἀθάνα, πείσομαι λόγοισι σοῖς· σὺ γάρ μʼ ἀνορθοῖς, ὥστε μὴ ʼξαμαρτάνειν· καὶ τόνδʼ ἐν ὅρκοις ζεύξομαι· μόνον σύ με ἐς ὀρθὸν ἵστη· σοῦ γὰρ εὐμενοῦς πόλει οὔσης τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν. Χορός στείχωμεν, Ἄδρασθʼ, ὅρκια δῶμεν τῷδʼ ἀνδρὶ πόλει τʼ· ἄξια δʼ ἡμῖν προμεμοχθήκασι σέβεσθαι.