χαῖρʼ· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν. Θησεύς ἔσται τάδʼ· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις. Ἀθήνα ἄκουε, Θησεῦ, τούσδʼ Ἀθηναίας λόγους, ἃ χρή σε δρᾶσαι, δρῶντα δʼ ὠφελεῖν τάδε. μὴ δῷς τάδʼ ὀστᾶ τοῖσδʼ ἐς Ἀργείαν χθόνα παισὶν κομίζειν ῥᾳδίως οὕτω μεθείς, ἀλλʼ ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων πρῶτον λάβʼ ὅρκον. τόνδε δʼ ὀμνύναι χρεὼν Ἄδραστον· οὗτος κύριος, τύραννος ὤν, πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν. ὁ δʼ ὅρκος ἔσται, μήποτʼ Ἀργείους χθόνα ἐς τήνδʼ ἐποίσειν πολέμιον παντευχίαν, ἄλλων τʼ ἰόντων ἐμποδὼν θήσειν δόρυ. ἢν δʼ ὅρκον ἐκλιπόντες ἔλθωσιν, πάλιν κακῶς ὀλέσθαι πρόστρεπʼ Ἀργείων χθόνα. ἐν ᾧ δὲ τέμνειν σφάγια χρή σʼ, ἄκουέ μου. ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων, ὃν Ἰλίου ποτʼ ἐξαναστήσας βάθρα σπουδὴν ἐπʼ ἄλλην Ἡρακλῆς ὁρμώμενος στῆσαί σʼ ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν. ἐν τῷδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλῳ κύτει, κἄπειτα σῴζειν θεῷ δὸς ᾧ Δελφῶν μέλει, μνημεῖά θʼ ὅρκων μαρτύρημά θʼ Ἑλλάδι. ᾗ δʼ ἂν διοίξῃς σφάγια καὶ τρώσῃς φόνον ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς κρύψον παρʼ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν· φόβον γὰρ αὐτοῖς, ἤν ποτʼ ἔλθωσιν πόλιν, δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν. δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς.