οἶσθʼ ἣν στρατείαν ἐστράτευσʼ ὀλεθρίαν. Θησεύς οὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα. Ἄδραστος ἐνταῦθʼ ἀπώλεσʼ ἄνδρας Ἀργείων ἄκρους. Θησεύς τοιαῦθʼ ὁ τλήμων πόλεμος ἐξεργάζεται. Ἄδραστος τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν. Θησεύς κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς; Ἄδραστος κἄπειτά γʼ οἱ κτανόντες οὐκ ἐῶσί με. Θησεύς τί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν; Ἄδραστος τί δʼ; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν. Θησεύς ξύμβουλον οὖν μʼ ἐπῆλθες; ἢ τίνος χάριν; Ἄδραστος κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων. Θησεύς τὸ δʼ Ἄργος ἡμῖν ποῦ ʼστιν; ἢ κόμποι μάτην; Ἄδραστος σφαλέντες οἰχόμεσθα. πρὸς σὲ δʼ ἥκομεν. Θησεύς ἰδίᾳ δοκῆσάν σοι τόδʼ ἢ πάσῃ πόλει; Ἄδραστος πάντες σʼ ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς. Θησεύς ἐκ τοῦ δʼ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους; Ἄδραστος δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν. Θησεύς τῷ δʼ ἐξέδωκας παῖδας Ἀργείων σέθεν; Ἄδραστος οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις. Θησεύς ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας; Ἄδραστος Τυδεῖ γε Πολυνείκει τε τῷ Θηβαιγενεῖ. Θησεύς τίνʼ εἰς ἔρωτα τῆσδε κηδείας μολών; Ἄδραστος Φοίβου μʼ ὑπῆλθε δυστόπαστʼ αἰνίγματα. Θησεύς τί δʼ εἶπʼ Ἀπόλλων παρθένοις κραίνων γάμον; Ἄδραστος κάπρῳ με δοῦναι καὶ λέοντι παῖδʼ ἐμώ. Θησεύς σὺ δʼ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα; Ἄδραστος ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας — Θησεύς τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾷς ἅμα. Ἄδραστος Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θʼ ἅμα. Θησεύς ἦ τοῖσδʼ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;