χαλκέοις ἐν ὅπλοις Δαναϊδῶν στρατηλάταν, τοῦ φθιμένου πατρὸς ἐκδικαστάν. Παῖδες — ἔτʼ εἰσορᾶν σε, πάτερ, ἐπʼ ὀμμάτων δοκῶ Χορός — φίλον φίλημα παρὰ γένυν τιθέντα σόν. Παῖδες — λόγων δὲ παρακέλευσμα σῶν ἀέρι φερόμενον οἴχεται. Χορός — δυοῖν δʼ ἄχη, ματρί τʼ ἔλιπεν — σέ τʼ οὔποτʼ ἄλγη πατρῷα λείψει. Παῖδες — ἔχω τοσόνδε βάρος ὅσον μʼ ἀπώλεσεν. Χορός — φέρʼ, ἀμφὶ μαστὸν ὑποβάλω φίλαν σποδόν. Παῖδες — ἔκλαυσα τόδε κλύων ἔπος στυγνότατον· ἔθιγέ μου φρενῶν. Χορός — ὦ τέκνον, ἔβας· οὐκέτι φίλον φίλας ἄγαλμʼ ὄψομαί σε ματρός. Θησεύς Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος, ὁρᾶτε παῖδας τούσδʼ ἔχοντας ἐν χεροῖν πατέρων ἀρίστων σώμαθʼ ὧν ἀνειλόμην· τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα. ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους σῴζειν, ὁρῶντας ὧν ἐκύρσατʼ ἐξ ἐμοῦ, παισίν θʼ ὑπειπεῖν τούσδε τοὺς αὐτοὺς λόγους, τιμᾶν πόλιν τήνδʼ, ἐκ τέκνων ἀεὶ τέκνοις μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε. Ζεὺς δὲ ξυνίστωρ οἵ τʼ ἐν οὐρανῷ θεοὶ οἵων ὑφʼ ἡμῶν στείχετʼ ἠξιωμένοι. Ἄδραστος Θησεῦ, ξύνισμεν πάνθʼ ὅσʼ Ἀργείαν χθόνα δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν, χάριν τʼ ἀγήρων ἕξομεν· γενναῖα γὰρ παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν. Θησεύς τί δῆτʼ ἔθʼ ὑμῖν ἄλλʼ ὑπουργῆσαί με χρή;