αἰθὴρ ἔχει νιν ἤδη, πυρὸς τετακότας σποδῷ· ποτανοὶ δʼ ἤνυσαν τὸν Ἅιδαν. Παῖδες — πάτερ, μῶν σῶν κλύεις τέκνων γόους; ἆρʼ ἀσπιδοῦχος ἔτι ποτʼ ἀντιτάσσομαι σὸν φόνον — εἰ γὰρ γένοιτο — τεκνῶν; Παῖδες — ἔτʼ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα πατρῷος· Χορός οὔπω κακὸν τόδʼ εὕδει. αἰαῖ γόων· ἅλις τύχας, ἅλις δʼ ἀλγέων ἐμοὶ πάρεστι. Παῖδες — ἔτʼ Ἀσωποῦ με δέξεται γάνος χαλκέοις ἐν ὅπλοις Δαναϊδῶν στρατηλάταν, τοῦ φθιμένου πατρὸς ἐκδικαστάν. Παῖδες — ἔτʼ εἰσορᾶν σε, πάτερ, ἐπʼ ὀμμάτων δοκῶ Χορός — φίλον φίλημα παρὰ γένυν τιθέντα σόν. Παῖδες — λόγων δὲ παρακέλευσμα σῶν ἀέρι φερόμενον οἴχεται. Χορός — δυοῖν δʼ ἄχη, ματρί τʼ ἔλιπεν — σέ τʼ οὔποτʼ ἄλγη πατρῷα λείψει. Παῖδες — ἔχω τοσόνδε βάρος ὅσον μʼ ἀπώλεσεν. Χορός — φέρʼ, ἀμφὶ μαστὸν ὑποβάλω φίλαν σποδόν. Παῖδες — ἔκλαυσα τόδε κλύων ἔπος στυγνότατον· ἔθιγέ μου φρενῶν.