βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπερ, ἐν δʼ ὀλίγῳ τἀμὰ πάντα συνθείς. Χορός — ἰὼ ἰώ, πᾶ φέρεις δάκρυα φίλᾳ ματρὶ τῶν ὀλωλότων; σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων εὐδοκίμων δήποτʼ ἐν Μυκήναις; Παῖδες — ἄπαις, ἄπαις· ἐγὼ δʼ ἔρημος ἀθλίου πατρὸς τάλας ἔρημον οἶκον ὀρφανεύσομαι λαβών, οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος. Χορός — ἰὼ ἰώ· ποῦ δὲ πόνος ἐμῶν τέκνων, ποῦ λοχευμάτων χάρις; τροφαί τε ματρὸς ἄυπνά τʼ ὀμμάτων τέλη, καὶ φίλιαι προσβολαὶ προσώπων; Παῖδες — βεβᾶσιν, οὐκέτʼ εἰσίν· οἴμοι πάτερ· βεβᾶσιν. Χορός αἰθὴρ ἔχει νιν ἤδη, πυρὸς τετακότας σποδῷ· ποτανοὶ δʼ ἤνυσαν τὸν Ἅιδαν. Παῖδες — πάτερ, μῶν σῶν κλύεις τέκνων γόους; ἆρʼ ἀσπιδοῦχος ἔτι ποτʼ ἀντιτάσσομαι σὸν φόνον — εἰ γὰρ γένοιτο — τεκνῶν; Παῖδες — ἔτʼ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα πατρῷος· Χορός οὔπω κακὸν τόδʼ εὕδει. αἰαῖ γόων· ἅλις τύχας, ἅλις δʼ ἀλγέων ἐμοὶ πάρεστι. Παῖδες — ἔτʼ Ἀσωποῦ με δέξεται γάνος