καταλειβομένης τʼ ἄλγεσι πολλοῖς. τί γὰρ ἂν μεῖζον τοῦδʼ ἔτι θνητοῖς πάθος ἐξεύροις ἢ τέκνα θανόντʼ ἐσιδέσθαι; Παῖδες — φέρω φέρω, τάλαινα μᾶτερ, ἐκ πυρὸς πατρὸς μέλη, βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπερ, ἐν δʼ ὀλίγῳ τἀμὰ πάντα συνθείς. Χορός — ἰὼ ἰώ, πᾶ φέρεις δάκρυα φίλᾳ ματρὶ τῶν ὀλωλότων; σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων εὐδοκίμων δήποτʼ ἐν Μυκήναις; Παῖδες — ἄπαις, ἄπαις· ἐγὼ δʼ ἔρημος ἀθλίου πατρὸς τάλας ἔρημον οἶκον ὀρφανεύσομαι λαβών, οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος. Χορός — ἰὼ ἰώ· ποῦ δὲ πόνος ἐμῶν τέκνων, ποῦ λοχευμάτων χάρις; τροφαί τε ματρὸς ἄυπνά τʼ ὀμμάτων τέλη, καὶ φίλιαι προσβολαὶ προσώπων; Παῖδες — βεβᾶσιν, οὐκέτʼ εἰσίν· οἴμοι πάτερ· βεβᾶσιν.