πολλῶν μελάθρων, ἀπορίαν τʼ ἐμῷ βίῳ; ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω; ἥδιστα πρίν γε δῆθʼ, ὅτʼ ἦν παῖς ἥδε μοι. ἀλλʼ οὐκέτʼ ἔστιν, ἥ γʼ ἐμὴν γενειάδα προσήγετʼ αἰεὶ στόματι καὶ κάρα τόδε κατεῖχε χειρί· πατρὶ δʼ οὐδὲν ἥδιον γέροντι θυγατρός· ἀρσένων δὲ μείζονες ψυχαί, γλυκεῖαι δʼ ἧσσον ἐς θωπεύματα. οὐχ ὡς τάχιστα δῆτά μʼ ἄξετʼ ἐς δόμους; σκότῳ δὲ δώσετʼ· ἔνθʼ ἀσιτίαις ἐμὸν δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ. τί μʼ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν; ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σʼ ἔχων, μισῶ δʼ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον, βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν· οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν, θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις. Χορός — ἰὼ ἰώ· τάδε δὴ παίδων καὶ δὴ φθιμένων ὀστᾶ φέρεται. λάβετʼ, ἀμφίπολοι, γραίας ἀμενοῦς — οὐ γὰρ ἔνεστιν ῥώμη παίδων ὑπὸ πένθους — πολλοῦ τε χρόνου ζώσης μέτρα δὴ καταλειβομένης τʼ ἄλγεσι πολλοῖς. τί γὰρ ἂν μεῖζον τοῦδʼ ἔτι θνητοῖς πάθος ἐξεύροις ἢ τέκνα θανόντʼ ἐσιδέσθαι; Παῖδες — φέρω φέρω, τάλαινα μᾶτερ, ἐκ πυρὸς πατρὸς μέλη,