ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς. Εὐάδνη τοῦτʼ αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν. Ἶφις ἀλλʼ οὐδέ τοί σοι πείσομαι δρώσῃ τάδε. Εὐάδνη ὅμοιον· οὐ γὰρ μὴ κίχῃς μʼ ἑλὼν χερί. καὶ δὴ παρεῖται σῶμα — σοὶ μὲν οὐ φίλον, ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει. Χορός ἰώ, γύναι, δεινὸν ἔργον ἐξειργάσω. Ἶφις ἀπωλόμην δύστηνος, Ἀργείων κόραι. Χορός ἒ ἔ, σχέτλια τάδε παθών, τὸ πάντολμον ἔργον ὄψῃ τάλας. Ἶφις οὐκ ἄν τινʼ εὕροιτʼ ἄλλον ἀθλιώτερον. Χορός ἰὼ τάλας· μετέλαχες τύχας Οἰδιπόδα, γέρον, μέρος καὶ σὺ καὶ πόλις ἐμὰ τλάμων. Ἶφις οἴμοι· τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε, νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν; ἀλλʼ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχῃ, γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα, αἰῶνα δʼ οὐκ ἔξεστιν. εἰ δʼ ἦμεν νέοι δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανε, διπλοῦ βίου λαχόντες ἐξωρθούμεθʼ ἄν. ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους παίδων ἐραστὴς ἦ πόθῳ τʼ ἀπωλλύμην. εἰ δʼ ἐς τόδʼ ἦλθον κἀξεπειράθην τέκνων οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων, οὐκ ἄν ποτʼ ἐς τόδʼ ἦλθον εἰς ὃ νῦν κακόν· ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν ἄριστον, εἶτα τοῦδε νῦν στερίσκομαι. εἶἑν· τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν; στείχειν πρὸς οἴκους; κᾆτʼ ἐρημίαν ἴδω