τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν δόμων ὑπεκβᾶσʼ ἦλθες ἐς τήνδε χθόνα; Εὐάδνη ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων κλύων· ἀκοῦσαι δʼ οὔ σε βούλομαι, πάτερ. Ἶφις τί δʼ; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι; Εὐάδνη κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς. Ἶφις σκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας; Εὐάδνη θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ. Ἶφις ὡς οὐκ ἐπʼ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν. Εὐάδνη ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα. Ἶφις κἄπειτα τύμβῳ καὶ πυρᾷ φαίνῃ πέλας; Εὐάδνη ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι. Ἶφις νικῶσα νίκην τίνα; μαθεῖν χρῄζω σέθεν. Εὐάδνη πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος. Ἶφις ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίᾳ; Εὐάδνη ἀρετῇ· πόσει γὰρ συνθανοῦσα κείσομαι. Ἶφις τί φῄς; τί τοῦτʼ αἴνιγμα σημαίνεις σαθρόν; Εὐάδνη ᾄσσω θανόντος Καπανέως τήνδʼ ἐς πυράν. Ἶφις ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς. Εὐάδνη τοῦτʼ αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν. Ἶφις ἀλλʼ οὐδέ τοί σοι πείσομαι δρώσῃ τάδε. Εὐάδνη ὅμοιον· οὐ γὰρ μὴ κίχῃς μʼ ἑλὼν χερί. καὶ δὴ παρεῖται σῶμα — σοὶ μὲν οὐ φίλον, ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει.