τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρόν, ζητῶν τʼ ἐμὴν παῖδʼ, ἣ δόμων ἐξώπιος βέβηκε πηδήσασα Καπανέως δάμαρ, θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν τὸν πρόσθʼ ἐφρουρεῖτʼ ἐν δόμοις· ἐπεὶ δʼ ἐγὼ φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς, βέβηκεν. ἀλλὰ τῇδέ νιν δοξάζομεν μάλιστʼ ἂν εἶναι· φράζετʼ εἰ κατείδετε. Εὐάδνη τί τάσδʼ ἐρωτᾷς; ἥδʼ ἐγὼ πέτρας ἔπι ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς δύστηνον αἰώρημα κουφίζω, πάτερ. Ἶφις τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν δόμων ὑπεκβᾶσʼ ἦλθες ἐς τήνδε χθόνα; Εὐάδνη ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων κλύων· ἀκοῦσαι δʼ οὔ σε βούλομαι, πάτερ. Ἶφις τί δʼ; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι; Εὐάδνη κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς. Ἶφις σκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας; Εὐάδνη θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ. Ἶφις ὡς οὐκ ἐπʼ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν. Εὐάδνη ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα. Ἶφις κἄπειτα τύμβῳ καὶ πυρᾷ φαίνῃ πέλας; Εὐάδνη ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι. Ἶφις νικῶσα νίκην τίνα; μαθεῖν χρῄζω σέθεν. Εὐάδνη πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος. Ἶφις ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίᾳ; Εὐάδνη ἀρετῇ· πόσει γὰρ συνθανοῦσα κείσομαι. Ἶφις τί φῄς; τί τοῦτʼ αἴνιγμα σημαίνεις σαθρόν; Εὐάδνη ᾄσσω θανόντος Καπανέως τήνδʼ ἐς πυράν.