ἥδιστος γάρ τοι θάνατος συνθνῄσκειν θνῄσκουσι φίλοις, εἰ δαίμων τάδε κραίνοι. Χορός καὶ μὴν ὁρᾷς τήνδʼ ἧς ἐφέστηκας πέλας πυράν, Διὸς θησαυρόν, ἔνθʼ ἔνεστι σὸς πόσις δαμασθεὶς λαμπάσιν κεραυνίοις. Εὐάδνη ὁρῶ δὴ τελευτάν, ἵνʼ ἕστακα· τύχα δέ μοι ξυνάπτοι ποδός· ἀλλὰ τᾶς εὐκλεΐας χάριν ἔνθεν ὁρ- μάσω τᾶσδʼ ἀπὸ πέτρας πη- δήσασα πυρὸς ἔσω, σῶμά τʼ αἴθοπι φλογμῷ πόσει συμμείξασα, φίλον χρῶτα χρωτὶ πέλας θεμένα, Φερσεφονείας ἥξω θαλάμους, σὲ τὸν θανόντʼ οὔποτʼ ἐμᾷ προδοῦσα ψυχᾷ κατὰ γᾶς. ἴτω φῶς γάμοι τε· ἴθʼ αἵτινες εὐναὶ δικαίων ὑμεναίων ἐν Ἄργει φανῶσιν τέκνοις· ὅσιος δʼ ὅσιος εὐναῖος γαμέτας συντηχθεὶς αὔραις ἀδόλοις γενναίας ψυχᾶς ἀλόχοιο. Χορός καὶ μὴν ὅδʼ αὐτὸς σὸς πατὴρ βαίνει πέλας γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους, οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων. Ἶφις ὦ δυστάλαιναι, δυστάλας δʼ ἐγὼ γέρων, ἥκω διπλοῦν πένθημʼ ὁμαιμόνων ἔχων,