πρός σʼ ἔβαν δρομὰς ἐξ ἐμῶν οἴκων ἐκβακχευσαμένα, πυρᾶς φῶς τάφον τε βατεύσουσα τὸν αὐτόν, ἐς Ἅιδαν καταλύσουσʼ ἔμμοχθον βίοτον αἰῶνός τε πόνους· ἥδιστος γάρ τοι θάνατος συνθνῄσκειν θνῄσκουσι φίλοις, εἰ δαίμων τάδε κραίνοι. Χορός καὶ μὴν ὁρᾷς τήνδʼ ἧς ἐφέστηκας πέλας πυράν, Διὸς θησαυρόν, ἔνθʼ ἔνεστι σὸς πόσις δαμασθεὶς λαμπάσιν κεραυνίοις. Εὐάδνη ὁρῶ δὴ τελευτάν, ἵνʼ ἕστακα· τύχα δέ μοι ξυνάπτοι ποδός· ἀλλὰ τᾶς εὐκλεΐας χάριν ἔνθεν ὁρ- μάσω τᾶσδʼ ἀπὸ πέτρας πη- δήσασα πυρὸς ἔσω, σῶμά τʼ αἴθοπι φλογμῷ πόσει συμμείξασα, φίλον χρῶτα χρωτὶ πέλας θεμένα, Φερσεφονείας ἥξω θαλάμους, σὲ τὸν θανόντʼ οὔποτʼ ἐμᾷ προδοῦσα ψυχᾷ κατὰ γᾶς.