τὰ τοῦ δράματος πρόσωπα Αἴθρα Χορός Θησεύς Ἄδραστος Κῆρυξ Ἄγγελος Εὐάδνη Ἶφις Παῖδες Ἀθήνα Αἴθρα Δήμητερ ἑστιοῦχʼ Ἐλευσῖνος χθονὸς τῆσδʼ, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς, εὐδαιμονεῖν με Θησέα τε παῖδʼ ἐμὸν πόλιν τʼ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα, ἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασιν Αἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος Αἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν. ἐς τάσδε γὰρ βλέψασʼ ἐπηυξάμην τάδε γραῦς, αἳ λιποῦσαι δώματʼ Ἀργείας χθονὸς ἱκτῆρι θαλλῷ προσπίτνουσʼ ἐμὸν γόνυ, πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων ἄπαιδές εἰσιν, οὕς ποτʼ Ἀργείων ἄναξ Ἄδραστος ἤγαγʼ, Οἰδίπου παγκληρίας μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων γαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ εἴργουσιν οἱ κρατοῦντες οὐδʼ ἀναίρεσιν δοῦναι θέλουσι, νόμιμʼ ἀτίζοντες θεῶν. κοινὸν δὲ φόρτον ταῖσδʼ ἔχων χρείας ἐμῆς Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε κεῖται, τό τʼ ἔγχος τήν τε δυστυχεστάτην στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων· ὅς μʼ ἐξοτρύνει παῖδʼ ἐμὸν πεῖσαι λιταῖς νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον, μόνον τόδʼ ἔργον προστιθεὶς ἐμῷ τέκνῳ πόλει τʼ Ἀθηνῶν. τυγχάνω δʼ ὑπὲρ χθονὸς ἀρότου προθύουσʼ, ἐκ δόμων ἐλθοῦσʼ ἐμῶν