εἰ ζῇ· τὰ δʼ ἄλλα δεύτερόν σʼ ἐρήσομαι. Πολυμήστωρ μάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος. Ἑκάβη ὦ φίλταθʼ, ὡς εὖ κἀξίως λέγεις σέθεν. Πολυμήστωρ τί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ; Ἑκάβη εἰ τῆς τεκούσης τῆσδε μέμνηταί τί μου; Πολυμήστωρ καὶ δεῦρό γʼ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν. Ἑκάβη χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων; Πολυμήστωρ σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος. Ἑκάβη σῶσόν νυν αὐτὸν μηδʼ ἔρα τῶν πλησίον. Πολυμήστωρ ἥκιστʼ· ὀναίμην τοῦ παρόντος, ὦ γύναι. Ἑκάβη οἶσθʼ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω; Πολυμήστωρ οὐκ οἶδα· τῷ σῷ τοῦτο σημανεῖς λόγῳ. Ἑκάβη ἔστʼ, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῇ — Πολυμήστωρ τί χρῆμʼ ὃ κἀμὲ καὶ τέκνʼ εἰδέναι χρεών; Ἑκάβη χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες. Πολυμήστωρ ταῦτʼ ἔσθʼ ἃ βούλῃ παιδὶ σημῆναι σέθεν; Ἑκάβη μάλιστα, διὰ σοῦ γʼ· εἶ γὰρ εὐσεβὴς ἀνήρ. Πολυμήστωρ τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας; Ἑκάβη ἄμεινον, ἢν σὺ κατθάνῃς, τούσδʼ εἰδέναι.