ἀλλʼ αὐτὸ μὴ δύσνοιαν ἡγήσῃ σέθεν, Πολυμῆστορ· ἄλλως δʼ αἴτιόν τι καὶ νόμος, γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον. Πολυμήστωρ καὶ θαῦμά γʼ οὐδέν. ἀλλὰ τίς χρεία σʼ ἐμοῦ; τί χρῆμʼ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα· Ἑκάβη ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι καὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοι χωρὶς κέλευσον τῶνδʼ ἀποστῆναι δόμων. Πολυμήστωρ χωρεῖτʼ· ἐν ἀσφαλεῖ γὰρ ἥδʼ ἐρημία. φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε στράτευμʼ Ἀχαιῶν. ἀλλὰ σημαίνειν σὲ χρῆν· τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ φίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμʼ ἐγώ. Ἑκάβη πρῶτον μὲν εἰπὲ παῖδʼ ὃν ἐξ ἐμῆς χερὸς Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις, εἰ ζῇ· τὰ δʼ ἄλλα δεύτερόν σʼ ἐρήσομαι. Πολυμήστωρ μάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος. Ἑκάβη ὦ φίλταθʼ, ὡς εὖ κἀξίως λέγεις σέθεν. Πολυμήστωρ τί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ; Ἑκάβη εἰ τῆς τεκούσης τῆσδε μέμνηταί τί μου; Πολυμήστωρ καὶ δεῦρό γʼ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν. Ἑκάβη χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων; Πολυμήστωρ σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος. Ἑκάβη σῶσόν νυν αὐτὸν μηδʼ ἔρα τῶν πλησίον. Πολυμήστωρ ἥκιστʼ· ὀναίμην τοῦ παρόντος, ὦ γύναι. Ἑκάβη οἶσθʼ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω; Πολυμήστωρ οὐκ οἶδα· τῷ σῷ τοῦτο σημανεῖς λόγῳ. Ἑκάβη ἔστʼ, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῇ — Πολυμήστωρ τί χρῆμʼ ὃ κἀμὲ καὶ τέκνʼ εἰδέναι χρεών; Ἑκάβη χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.