Ἰδαῖόν τε βούταν αἰνόπαριν κατάρᾳ διδοῦσʼ, ἐπεί με γᾶς ἐκ πατρῴας ἀπώλεσεν ἐξῴκισέν τʼ οἴκων γάμος, οὐ γάμος ἀλλʼ ἀ- λάστορός τις οἰζύς· ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν, μήτε πα- τρῷον ἵκοιτʼ ἐς οἶκον. Πολυμήστωρ ὦ φίλτατʼ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ, Ἑκάβη, δακρύω σʼ εἰσορῶν πόλιν τε σὴν τήν τʼ ἀρτίως θανοῦσαν ἔκγονον σέθεν. φεῦ· οὐκ ἔστι πιστὸν οὐδέν, οὔτʼ εὐδοξία οὔτʼ αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς. φύρουσι δʼ αὐτοὶ θεοὶ πάλιν τε καὶ πρόσω ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίᾳ σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖ θρηνεῖν, προκόπτοντʼ οὐδὲν ἐς πρόσθεν κακῶν; σὺ δʼ, εἴ τι μέμφῃ τῆς ἐμῆς ἀπουσίας, σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρῄκης ὅροις ἀπών, ὅτʼ ἦλθες δεῦρʼ· ἐπεὶ δʼ ἀφικόμην, ἤδη πόδʼ ἔξω δωμάτων αἴροντί μοι ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν λέγουσα μύθους, ὧν κλύων ἀφικόμην. Ἑκάβη αἰσχύνομαί σε προσβλέπειν ἐναντίον, Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς. ὅτῳ γὰρ ὤφθην εὐτυχοῦσʼ, αἰδώς μʼ ἔχει ἐν τῷδε πότμῳ τυγχάνουσʼ ἵνʼ εἰμὶ νῦν κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις.