τύμβου κορυφᾶς φάντασμʼ Ἀχιλέως· ᾔτει δὲ γέρας τῶν πολυμόχθων τινὰ Τρωιάδων. ἀπʼ ἐμᾶς ἀπʼ ἐμᾶς οὖν τόδε παιδὸς πέμψατε, δαίμονες, ἱκετεύω. Χορός Ἑκάβη, σπουδῇ πρός σʼ ἐλιάσθην τὰς δεσποσύνους σκηνὰς προλιποῦσʼ, ἵνʼ ἐκληρώθην καὶ προσετάχθην δούλη, πόλεως ἀπελαυνομένη τῆς Ἰλιάδος, λόγχης αἰχμῇ δοριθήρατος πρὸς Ἀχαιῶν, οὐδὲν παθέων ἀποκουφίζουσʼ, ἀλλʼ ἀγγελίας βάρος ἀραμένη μέγα σοί τε, γύναι, κῆρυξ ἀχέων. ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδῳ λέγεται δόξαι σὴν παῖδʼ Ἀχιλεῖ σφάγιον θέσθαι· τύμβου δʼ ἐπιβὰς οἶσθʼ ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις, τὰς ποντοπόρους δʼ ἔσχε σχεδίας λαίφη προτόνοις ἐπερειδομένας, τάδε θωΰσσων· Ποῖ δή, Δαναοί, τὸν ἐμὸν τύμβον στέλλεσθʼ ἀγέραστον ἀφέντες; πολλῆς δʼ ἔριδος συνέπαισε κλύδων, δόξα δʼ ἐχώρει δίχʼ ἀνʼ Ἑλλήνων στρατὸν αἰχμητήν, τοῖς μὲν διδόναι τύμβῳ σφάγιον, τοῖς δʼ οὐχὶ δοκοῦν. ἦν δʼ ὁ τὸ μὲν σὸν σπεύδων ἀγαθὸν τῆς μαντιπόλου Βάκχης ἀνέχων λέκτρʼ Ἀγαμέμνων·