σκίδναται, μολπᾶν δʼ ἄπο καὶ χοροποιῶν θυσιᾶν καταλύσας πόσις ἐν θαλάμοις ἔκει- το, ξυστὸν δʼ ἐπὶ πασσάλῳ, ναύταν οὐκέθʼ ὁρῶν ὅμι- λον Τροίαν Ἰλιάδʼ ἐμβεβῶτα. Χορός ἐγὼ δὲ πλόκαμον ἀναδέτοις μίτραισιν ἐρρυθμιζόμαν χρυσέων ἐνόπτρων λεύσ- σουσʼ ἀτέρμονας εἰς αὐγάς, ἐπιδέμνιος ὡς πέσοιμʼ ἐς εὐνάν. ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν· κέλευσμα δʼ ἦν κατʼ ἄστυ Τροί- ας τόδʼ· Ὦ παῖδες Ἑλλάνων, πότε δὴ πότε τὰν Ἰλιάδα σκοπιὰν πέρσαντες ἥξετʼ οἴκους; Χορός λέχη δὲ φίλια μονόπεπλος λιποῦσα, Δωρὶς ὡς κόρα, σεμνὰν προσίζουσʼ οὐκ ἤνυσʼ Ἄρτεμιν ἁ τλάμων· ἄγομαι δὲ θανόντʼ ἰδοῦσʼ ἀκοίταν τὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος, πόλιν τʼ ἀποσκοποῦσʼ, ἐπεὶ νόστιμον ναῦς ἐκίνησεν πόδα καί μʼ ἀπὸ γᾶς ὥρισεν Ἰλιάδος· τάλαινʼ, ἀπεῖπον ἄλγει, Χορός τὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσιν