ἦμος ἐκ δείπνων ὕπνος ἡδὺς ἐπʼ ὄσσοις σκίδναται, μολπᾶν δʼ ἄπο καὶ χοροποιῶν θυσιᾶν καταλύσας πόσις ἐν θαλάμοις ἔκει- το, ξυστὸν δʼ ἐπὶ πασσάλῳ, ναύταν οὐκέθʼ ὁρῶν ὅμι- λον Τροίαν Ἰλιάδʼ ἐμβεβῶτα. Χορός ἐγὼ δὲ πλόκαμον ἀναδέτοις μίτραισιν ἐρρυθμιζόμαν χρυσέων ἐνόπτρων λεύσ- σουσʼ ἀτέρμονας εἰς αὐγάς, ἐπιδέμνιος ὡς πέσοιμʼ ἐς εὐνάν. ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν· κέλευσμα δʼ ἦν κατʼ ἄστυ Τροί- ας τόδʼ· Ὦ παῖδες Ἑλλάνων, πότε δὴ πότε τὰν Ἰλιάδα σκοπιὰν πέρσαντες ἥξετʼ οἴκους;