λαβοῦσα γραίᾳ φῶτα βάρβαρον κτενεῖς, ἢ φαρμάκοισιν ἢ ʼπικουρίᾳ τινί; τίς σοι ξυνέσται χείρ; πόθεν κτήσῃ φίλους; Ἑκάβη στέγαι κεκεύθασʼ αἵδε Τρῳάδων ὄχλον. Ἀγαμέμνων τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν; Ἑκάβη σὺν ταῖσδε τὸν ἐμὸν φονέα τιμωρήσομαι. Ἀγαμέμνων καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος; Ἑκάβη δεινὸν τὸ πλῆθος σὺν δόλῳ τε δύσμαχον. Ἀγαμέμνων δεινόν· τὸ μέντοι θῆλυ μέμφομαι γένος. Ἑκάβη τί δʼ; οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξῴκισαν; ἀλλʼ ὣς γενέσθω· τόνδε μὲν μέθες λόγον, πέμψον δέ μοι τήνδʼ ἀσφαλῶς διὰ στρατοῦ γυναῖκα. — καὶ σὺ Θρῃκὶ πλαθεῖσα ξένῳ λέξον· Καλεῖ σʼ ἄνασσα δή ποτʼ Ἰλίου Ἑκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος, καὶ παῖδας· ὡς δεῖ καὶ τέκνʼ εἰδέναι λόγους τοὺς ἐξ ἐκείνης. — τὸν δὲ τῆς νεοσφαγοῦς Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον,