ἡ φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες. ποῦ τὰς φίλας δῆτʼ εὐφρόνας δείξεις, ἄναξ, ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων χάριν τίνʼ ἕξει παῖς ἐμή, κείνης δʼ ἐγώ; ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίων φίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις. ἄκουε δή νυν· τὸν θανόντα τόνδʼ ὁρᾷς; τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν δράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι. εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος, ὡς πάνθʼ ὁμαρτῇ σῶν ἔχοιντο γουνάτων κλαίοντʼ, ἐπισκήπτοντα παντοίους λόγους. ὦ δέσποτʼ, ὦ μέγιστον Ἕλλησιν φάος, πιθοῦ, παράσχες χεῖρα τῇ πρεσβύτιδι τιμωρόν, εἰ καὶ μηδέν ἐστιν, ἀλλʼ ὅμως. ἐσθλοῦ γὰρ ἀνδρὸς τῇ δίκῃ θʼ ὑπηρετεῖν καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί. Χορός δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει, καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν, φίλους τιθέντες τούς γε πολεμιωτάτους ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι. Ἀγαμέμνων ἐγὼ σὲ καὶ σὸν παῖδα καὶ τύχας σέθεν, Ἑκάβη, διʼ οἴκτου χεῖρά θʼ ἱκεσίαν ἔχω, καὶ βούλομαι θεῶν θʼ οὕνεκʼ ἀνόσιον ξένον καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην, εἴ πως φανείη γʼ ὥστε σοί τʼ ἔχειν καλῶς, στρατῷ τε μὴ δόξαιμι Κασάνδρας χάριν Θρῄκης ἄνακτι τόνδε βουλεῦσαι φόνον.